Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
- ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
- ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
- ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
- ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
- δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
- πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
- αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
- εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
- ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
- τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
- ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
- ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
- ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.
- οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—