Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
- ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
- ἔγωγε.
- τίνα δῆτʼ ἂν λέγοις;
- πολλοὺς πάνυ.
- πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,
- ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
- μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
- οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.
- ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίαν
- ἐκεῖνον ὡς οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.
- ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
- τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
- μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
- ποίους τινὰς δὲ χρὴ λέγειν;