Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐς τὴν Λακωνικὴν ἀνύσας.
Φιλοκλέων
  1. ἀκικεῖς γέ με
  2. ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
Βδελυκλέων
  1. φέρε καὶ τὸν ἕτερον.
Φιλοκλέων
  1. μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
  2. πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
Βδελυκλέων
  1. οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Φιλοκλέων
  1. κακοδαίμων ἐγώ,
  2. ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Βδελυκλέων
  1. ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως
  2. ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
Φιλοκλέων
  1. ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ
  2. μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Βδελυκλέων
  1. ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
Φιλοκλέων
  1. καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.