Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ στῆθʼ ἀναμπισχόμενος.
- οἴμοι δείλαιος·
- ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
- οὐκ ἀναβαλεῖ;
- μὰ Δίʼ οὐκ ἔγωγʼ. ἀλλʼ ὦγαθέ,
- εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
- φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.
- παράθου γε μέντοι καὶ κρεάγραν.
- τιὴ τί δή;
- ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
- ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
- τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
- ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
- ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
- ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως