Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
Φιλοκλέων
  1. ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
Βδελυκλέων
  1. κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
  2. ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις.
Φιλοκλέων
  1. ἐγώ;
  2. μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
  3. ἐοικέναι μάλιστα Μορύχου σάγματι.
Βδελυκλέων
  1. οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.
Φιλοκλέων
  1. ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
Βδελυκλέων
  1. πόθεν ὦγάθʼ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
  2. ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
  3. ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
Φιλοκλέων
  1. οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖν
  2. δικαιότερον ἢ καυνάκην;
Βδελυκλέων
  1. ἔχʼ ὦγαθέ,