Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
  2. ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
Βδελυκλέων
  1. ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
Φιλοκλέων
  1. μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
  2. καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
  3. ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
Βδελυκλέων
  1. ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
  2. ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
Φιλοκλέων
  1. τί οὖν κελεύεις δρᾶν με;
Βδελυκλέων
  1. τὸν τρίβωνʼ ἄφες,
  2. τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
Φιλοκλέων
  1. ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
  2. ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
Βδελυκλέων
  1. ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
Φιλοκλέων
  1. τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;