Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
- οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις
- ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
- ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
- ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
- πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
- ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
- οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
- τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
- τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
- ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
- μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
- ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
- ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
- οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,