Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐ γὰρ ἦν ἡμῖν ὅπως
- ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ
- συκοφαντήσειν τινὰ
- φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ
- ἄριστος. τοιγαροῦν πολλὰς
- πόλεις Μήδων ἑλόντες
- αἰτιώτατοι φέρεσθαι
- τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν
- οἱ νεώτεροι.
- πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε
- τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
- πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
- μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·
- εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
- ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,