Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πόλεις Μήδων ἑλόντες
  2. αἰτιώτατοι φέρεσθαι
  3. τὸν φόρον δεῦρʼ ἐσμέν, ὃν κλέπτουσιν
  4. οἱ νεώτεροι.
Χορός
  1. πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε
  2. τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
  3. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
  4. μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·
  5. εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
  6. ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
  7. οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
  8. οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις
  9. ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
  10. ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
  11. ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
  12. πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
  13. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
  14. οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
  15. τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
  16. τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν