Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
- ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
- εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
- ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
- στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων·
- ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
- ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
- γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·
- εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
- οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·
- ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
- μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
- ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι,
- καὶ κατεστρεψάμην
- τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
- οὐ γὰρ ἦν ἡμῖν ὅπως
- ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότʼ, οὐδὲ
- συκοφαντήσειν τινὰ
- φροντίς, ἀλλʼ ὅστις ἐρέτης ἔσοιτʼ
- ἄριστος. τοιγαροῦν πολλὰς