Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
- μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
- ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
- ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
- οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
- ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
- ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
- ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
- μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
- καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
- ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
- ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
- ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
- τί οὖν κελεύεις δρᾶν με;
- τὸν τρίβωνʼ ἄφες,
- τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
- ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
- ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
- ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
- τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;