Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
  2. ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
  3. εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
  4. ἐμαχόμεσθʼ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
  5. στὰς ἀνὴρ παρʼ ἄνδρʼ, ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων·
  6. ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
  7. ἀλλʼ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
  8. γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·
  9. εἶτα δʼ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
  10. οἱ δʼ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·
  11. ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
  12. μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
Χορός
  1. ἆρα δεινὸς ἦ τόθʼ ὥστε πάντα μὴ δεδοικέναι,
  2. καὶ κατεστρεψάμην
  3. τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;