Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,
- ἄλκιμοι δʼ ἐν μάχαις,
- καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·
- πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ
- οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
- αἵδʼ ἐπανθοῦσιν τρίχες.
- ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
- τῶνδε ῥώμην νεανικὴν σχεῖν·
- ὡς ἐγὼ τοὐμὸν νομίζω
- γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
- κικίννους νεανιῶν καὶ
- σχῆμα κεὐρυπρωκτίαν.
- εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
- εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον,
- ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος,
- ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
- ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
- Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
- ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
- ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος,