Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κατακλινόμενοί τʼ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
- ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
- ὥστʼ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
- τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
- πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
- ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς·
- καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
- μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
- τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
- ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
- εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
- ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
- ὦ δαιμόνιοι τοὺς ζητοῦντας
- καινόν τι λέγειν κἀξευρίσκειν
- στέργετε μᾶλλον καὶ θεραπεύετε,
- καὶ τὰ νοήματα σῴζεσθʼ αὐτῶν,
- ἐσβάλλετέ τʼ ἐς τὰς κιβωτοὺς
- μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθʼ,
- ὑμῖν διʼ ἔτους τῶν ἱματίων
- ὀζήσει δεξιότητος.