Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
- δρᾶν ταῦτʼ ἐθέλω.
- κἄγωγʼ ἐθέλω.
- φέρε δὴ πότερος λέξει πρότερος;
- τούτῳ δώσω·
- κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
- ῥηματίοισιν καινοῖς αὐτὸν
- καὶ διανοίαις κατατοξεύσω.
- τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,
- τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
- κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν
- ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
- νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι
- λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,
- ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
- νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
- ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
- ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
- ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
- λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,