Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.
- πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι·
- εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
- τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
- εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
- ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα,
- ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.
- εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν,
- οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
- ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
- ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
- τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
- εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι
- εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
- ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
- τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·
- οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
- αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,
- οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,
- οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,