Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αὐχμεῖς αἰσχρῶς.
- σὺ δέ γʼ εὖ πράττεις.
- καίτοι πρότερόν γʼ ἐπτώχευες,
- Τήλεφος εἶναι Μυσὸς φάσκων,
- ἐκ πηριδίου
- γνώμας τρώγων Πανδελετείους.
- ὤμοι σοφίας —
- ὤμοι μανίας —
- ἧς ἐμνήσθης —
- τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει
- λυμαινόμενον τοῖς μειρακίοις.
- οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
- εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ
- καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
- δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
- κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
- παύσασθε μάχης καὶ λοιδορίας.
- ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους
- ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν
- παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν