Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ
- καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
- δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
- κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
- παύσασθε μάχης καὶ λοιδορίας.
- ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους
- ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν
- παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
- ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
- δρᾶν ταῦτʼ ἐθέλω.
- κἄγωγʼ ἐθέλω.
- φέρε δὴ πότερος λέξει πρότερος;
- τούτῳ δώσω·
- κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
- ῥηματίοισιν καινοῖς αὐτὸν
- καὶ διανοίαις κατατοξεύσω.
- τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,
- τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
- κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν