Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
Δίκαιος Λόγος
  1. θρασὺς εἶ πολλοῦ.
Ἄδικος Λόγος
  1. σὺ δέ γʼ ἀρχαῖος.
Δίκαιος Λόγος
  1. διὰ σὲ δὲ φοιτᾶν
  2. οὐδεὶς ἐθέλει τῶν μειρακίων·
  3. καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
  4. οἶα διδάσκεις τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
  1. αὐχμεῖς αἰσχρῶς.
Δίκαιος Λόγος
  1. σὺ δέ γʼ εὖ πράττεις.
  2. καίτοι πρότερόν γʼ ἐπτώχευες,
  3. Τήλεφος εἶναι Μυσὸς φάσκων,
  4. ἐκ πηριδίου
  5. γνώμας τρώγων Πανδελετείους.
Ἄδικος Λόγος
  1. ὤμοι σοφίας —
Δίκαιος Λόγος
  1. ὤμοι μανίας —
Ἄδικος Λόγος
  1. ἧς ἐμνήσθης —
Δίκαιος Λόγος
  1. τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει
  2. λυμαινόμενον τοῖς μειρακίοις.
Ἄδικος Λόγος
  1. οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.