Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Χορός
  1. νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι
  2. λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,
  3. ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
  4. νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
  5. ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
Χορός
  1. ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
  2. ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
Δίκαιος Λόγος
  1. λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
  2. ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.
  3. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι·
  4. εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
  5. τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
  6. εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
  7. ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα,
  8. ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.
  9. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν,
  10. οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
  11. ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.