Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς
- οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ
- δήσας;
- αἰβοῖ τουτὶ καὶ δὴ
- χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.
- τυφογέρων εἶ κἀνάρμοστος.
- καταπύγων εἶ κἀναίσχυντος.
- ῥόδα μʼ εἴρηκας.
- καὶ βωμολόχος.
- κρίνεσι στεφανοῖς.
- καὶ πατραλοίας.
- χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
- οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
- νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
- θρασὺς εἶ πολλοῦ.
- σὺ δέ γʼ ἀρχαῖος.
- διὰ σὲ δὲ φοιτᾶν
- οὐδεὶς ἐθέλει τῶν μειρακίων·
- καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
- οἶα διδάσκεις τοὺς ἀνοήτους.