Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δεῦρό νυν ἀπόβλεπε.
  2. ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
Φειδιππίδης
  1. ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;
Στρεψιάδης
  1. ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.
  2. ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν
  3. λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
  4. κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.
  5. οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,
  6. λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
Φειδιππίδης
  1. εἰσὶν δὲ τίνες;
Στρεψιάδης
  1. οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·
  2. μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
Φειδιππίδης
  1. αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας
  2. τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
  3. ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
Στρεψιάδης
  1. ἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.
  2. ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
  3. τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
Φειδιππίδης
  1. οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι
  2. τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.