Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ
- ἐλθὼν διδάσκου.
- καὶ τί σοι μαθήσομαι;
- εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,
- τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
- τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
- νικᾶν λέγοντά φασι τἀδικώτερα.
- ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
- ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
- οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.
- οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
- τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
- οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,
- οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·
- ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.
- ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης
- ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.
- ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,
- ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
- αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.