Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
  2. ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
  3. πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς;
  4. Φειδιππίδη Φειδιππίδιον.
Φειδιππίδης
  1. τί ὦ πάτερ;
Στρεψιάδης
  1. κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
Φειδιππίδης
  1. ἰδού. τί ἔστιν;
Στρεψιάδης
  1. εἰπέ μοι, φιλεῖς ἐμέ;
Φειδιππίδης
  1. νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
Στρεψιάδης
  1. μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
  2. οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
  3. ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,
  4. ὦ παῖ πιθοῦ.
Φειδιππίδης
  1. τί οὖν πίθωμαι δῆτά σοι;
Στρεψιάδης
  1. ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
  2. καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
Φειδιππίδης
  1. λέγε δή, τί κελεύεις;
Στρεψιάδης
  1. καί τι πείσει;
Φειδιππίδης
  1. πείσομαι
  2. νὴ τὸν Διόνυσον.