Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς
  2. ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Δίκαιος Λόγος
  1. ἀπολεῖς σύ; τίς ὤν;
Ἄδικος Λόγος
  1. λόγος.
Δίκαιος Λόγος
  1. ἥττων γʼ ὤν.
Ἄδικος Λόγος
  1. ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
  2. φάσκοντʼ εἶναι.
Δίκαιος Λόγος
  1. τί σοφὸν ποιῶν;
Ἄδικος Λόγος
  1. γνώμας καινὰς ἐξευρίσκων.
Δίκαιος Λόγος
  1. ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
  2. τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
  1. οὔκ, ἀλλὰ σοφούς.
Δίκαιος Λόγος
  1. ἀπολῶ σε κακῶς.
Ἄδικος Λόγος
  1. εἰπὲ τί ποιῶν;
Δίκαιος Λόγος
  1. τὰ δίκαια λέγων.
Ἄδικος Λόγος
  1. ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·
  2. οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
Δίκαιος Λόγος
  1. οὐκ εἶναι φῄς;
Ἄδικος Λόγος
  1. φέρε γὰρ ποῦ ʼστιν;
Δίκαιος Λόγος
  1. παρὰ τοῖσι θεοῖς.