Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
  2. πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης
  3. ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
  4. καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης
  1. ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
  2. εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
  3. ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,
  4. ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
  5. κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
  6. ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
  7. τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
  8. ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
  9. ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
Σωκράτης
  1. αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
  2. ἐγὼ δʼ ἀπέσομαι.
Στρεψιάδης
  1. τοῦτό νυν μέμνησʼ, ὅπως
  2. πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
Χορός
  1. ---
Δίκαιος Λόγος
  1. χώρει δευρί, δεῖξον σαυτὸν
  2. τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.