Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
  2. ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
Φειδιππίδης
  1. διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης
  1. ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
Φειδιππίδης
  1. τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιάδης
  1. ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
  2. ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ
  3. πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,
  4. οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
  5. ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
  6. τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης
  1. ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.
Στρεψιάδης
  1. εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
  2. ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
  3. ἄκοντʼ ἀναπείσας.
Σωκράτης
  1. νηπύτιος γάρ ἐστʼ ἔτι,
  2. καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης
  1. αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
Στρεψιάδης
  1. οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης
  1. ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο