Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
- αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
- οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
- ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο
- καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
- πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης
- ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
- καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
- ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
- εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
- ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,
- ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
- κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
- ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
- τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
- ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
- ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
- αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
- ἐγὼ δʼ ἀπέσομαι.