Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.
- ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
- εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
- χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
- ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
- διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
- ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
- τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
- ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
- ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ
- πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,
- οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
- ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
- τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
- ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.
- εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
- ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
- ἄκοντʼ ἀναπείσας.
- νηπύτιος γάρ ἐστʼ ἔτι,