Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῦτό νυν μέμνησʼ, ὅπως
- πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
- ---
- χώρει δευρί, δεῖξον σαυτὸν
- τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
- ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς
- ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
- ἀπολεῖς σύ; τίς ὤν;
- λόγος.
- ἥττων γʼ ὤν.
- ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
- φάσκοντʼ εἶναι.
- τί σοφὸν ποιῶν;
- γνώμας καινὰς ἐξευρίσκων.
- ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
- τοὺς ἀνοήτους.
- οὔκ, ἀλλὰ σοφούς.
- ἀπολῶ σε κακῶς.
- εἰπὲ τί ποιῶν;