Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,
  2. οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
  3. ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
  4. ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
Φειδιππίδης
  1. τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
Στρεψιάδης
  1. ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά·
  2. γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
  3. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.
Φειδιππίδης
  1. οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
  2. πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
  3. ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
Στρεψιάδης
  1. φέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.
Φειδιππίδης
  1. ἀλεκτρυόνα.
Στρεψιάδης
  1. καλῶς γε. ταυτηνὶ δὲ τί;
Φειδιππίδης
  1. ἀλεκτρυόνʼ.
Στρεψιάδης
  1. ἄμφω ταὐτό; καταγέλαστος εἶ.
  2. μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
  3. ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.
Φειδιππίδης
  1. ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
  2. εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;