Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,
- καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.
- ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
- ἰδού· τί ἔστιν;
- ὤμοσας νυνὶ Δία.
- ἔγωγʼ.
- ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
- οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.
- ἀλλὰ τίς;
- Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
- αἰβοῖ τί ληρεῖς;
- ἴσθι τοῦθʼ οὕτως ἔχον.
- τίς φησι ταῦτα;
- Σωκράτης ὁ Μήλιος
- καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
- σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
- ὥστʼ ἀνδράσιν πείθει χολῶσιν;
- εὐστόμει
- καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
- καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας