Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.
Θεράπων
  1. διὰ τί δῆτα κλαύσομαι;
Στρεψιάδης
  1. ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
  2. μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί,
  3. ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
  4. περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα·
  5. ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
  6. Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,
  7. ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.
  8. τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ
  9. κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
  10. τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο,
  11. ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν,
  12. ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην,
  13. ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
  14. ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.
  15. ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
  16. ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
  17. νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
  18. μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,