Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
- τὴν ὕαλον λέγεις;
- ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών,
- ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
- ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
- τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
- σοφῶς γε νὴ τὰς Χάριτας.
- οἴμʼ ὡς ἥδομαι
- ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
- ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
- τὸ τί;
- ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην
- μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
- φαυλότατα καὶ ῥᾷστʼ.
- εἰπὲ δή.
- καὶ δὴ λέγω.
- εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
- πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.
- οὐδὲν λέγεις.
- νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ