Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,
  2. ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —
Σωκράτης
  1. τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;
Στρεψιάδης
  1. ὅ τι;
  2. εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,
  3. οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
Σωκράτης
  1. ὁτιὴ τί δή;
Στρεψιάδης
  1. ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
Σωκράτης
  1. εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
  2. εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
  3. ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
Στρεψιάδης
  1. ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.
Σωκράτης
  1. μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
  2. ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα
  3. λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
Στρεψιάδης
  1. ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
  2. ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
Σωκράτης
  1. ποίαν τινά;
Στρεψιάδης
  1. ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
  2. ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,