Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
Σωκράτης
  1. ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.
Στρεψιάδης
  1. ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
Σωκράτης
  1. ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς·
  2. ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
Στρεψιάδης
  1. φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
  2. τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα;
  3. οἴμοι τίς ἦν;
Σωκράτης
  1. οὐκ ἐς κόρακας ἀποφθερεῖ,
  2. ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
Στρεψιάδης
  1. οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;
  2. ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
  3. ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
Χορός
  1. ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,
  2. εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
  3. πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
Στρεψιάδης
  1. ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·
  2. ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;
Χορός
  1. σὺ δʼ ἐπιτρέπεις;
Στρεψιάδης
  1. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,