Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
Στρεψιάδης
  1. περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
Σωκράτης
  1. αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
Στρεψιάδης
  1. ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
  2. περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
Σωκράτης
  1. ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
  2. λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
  3. ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
Στρεψιάδης
  1. οἴμοι τάλας.
Σωκράτης
  1. ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
  2. ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν
  3. κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
Στρεψιάδης
  1. ὦ Σωκρατίδιον φίλτατον.
Σωκράτης
  1. τί ὦ γέρον;
Στρεψιάδης
  1. ἔχω τόκου γνώμην ἀποστερητικήν.
Σωκράτης
  1. ἐπίδειξον αὐτήν.
Στρεψιάδης
  1. εἰπὲ δή νύν μοι —
Σωκράτης
  1. τὸ τί;
Στρεψιάδης
  1. γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν
  2. καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ