Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὀλίγου φροῦδος γεγένημαι.
- οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
- ἐγώ;
- νὴ τὸν Ποσειδῶ.
- καὶ τί δῆτʼ ἐφρόντισας;
- ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
- ἀπολεῖ κάκιστʼ.
- ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.
- οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
- ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
- κἀπαιόλημʼ.
- οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι
- ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
- φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
- οὗτος καθεύδεις;
- μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
- ἔχεις τι;
- μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.
- οὐδὲν πάνυ;
- οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.