Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. στρόβει πυκνώσας.
  2. ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,
  3. ἐπʼ ἄλλο πήδα
  4. νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.
  5. ---
Στρεψιάδης
  1. ἀτταταῖ ἀτταταῖ.
Χορός
  1. τί πάσχεις; τί κάμνεις;
Στρεψιάδης
  1. ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος
  2. δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,
  3. καὶ τὰς πλευρὰς δαρδάπτουσιν
  4. καὶ τὴν ψυχὴν ἐκπίνουσιν
  5. καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
  6. καὶ τὸν πρωκτὸν διορύττουσιν,
  7. καί μʼ ἀπολοῦσιν.
Χορός
  1. μή νυν βαρέως ἄλγει λίαν.
Στρεψιάδης
  1. καὶ πῶς; ὅτε μου
  2. φροῦδα τὰ χρήματα, φρούδη χροιά,
  3. φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·
  4. καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
  5. φρουρᾶς ᾄδων