Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί πάσχεις; τί κάμνεις;
Στρεψιάδης
  1. ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος
  2. δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,
  3. καὶ τὰς πλευρὰς δαρδάπτουσιν
  4. καὶ τὴν ψυχὴν ἐκπίνουσιν
  5. καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
  6. καὶ τὸν πρωκτὸν διορύττουσιν,
  7. καί μʼ ἀπολοῦσιν.
Χορός
  1. μή νυν βαρέως ἄλγει λίαν.
Στρεψιάδης
  1. καὶ πῶς; ὅτε μου
  2. φροῦδα τὰ χρήματα, φρούδη χροιά,
  3. φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·
  4. καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
  5. φρουρᾶς ᾄδων
  6. ὀλίγου φροῦδος γεγένημαι.
Σωκράτης
  1. οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
Στρεψιάδης
  1. ἐγώ;
  2. νὴ τὸν Ποσειδῶ.
Σωκράτης
  1. καὶ τί δῆτʼ ἐφρόντισας;