Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.
Σωκράτης
  1. ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
Στρεψιάδης
  1. οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
  2. ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
Σωκράτης
  1. οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —
Στρεψιάδης
  1. τί δρῶ;
Σωκράτης
  1. ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
Στρεψιάδης
  1. μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,
  2. χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
Σωκράτης
  1. οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Στρεψιάδης
  1. κακοδαίμων ἐγώ,
  2. οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
Χορός
  1. φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν
  2. στρόβει πυκνώσας.
  3. ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,
  4. ἐπʼ ἄλλο πήδα
  5. νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.
  6. ---
Στρεψιάδης
  1. ἀτταταῖ ἀτταταῖ.