Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
Σωκράτης
  1. ἀπολεῖ κάκιστʼ.
Στρεψιάδης
  1. ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.
Σωκράτης
  1. οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
  2. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
  3. κἀπαιόλημʼ.
Στρεψιάδης
  1. οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι
  2. ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
Σωκράτης
  1. φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
  2. οὗτος καθεύδεις;
Στρεψιάδης
  1. μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Σωκράτης
  1. ἔχεις τι;
Στρεψιάδης
  1. μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.
Σωκράτης
  1. οὐδὲν πάνυ;
Στρεψιάδης
  1. οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
Σωκράτης
  1. οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
Στρεψιάδης
  1. περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
Σωκράτης
  1. αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
Στρεψιάδης
  1. ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,