Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
- μυρία.
- Φιλόξενος Μελησίας Ἀμυνίας.
- ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
- οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
- οὐδαμῶς γʼ, ἐπεὶ
- πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
- ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.
- ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
- οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
- ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
- οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —
- τί δρῶ;
- ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
- μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,
- χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
- οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
- κακοδαίμων ἐγώ,
- οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
- φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν