Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
- ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
- ὅπως;
- τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
- τὴν καρδόπην θήλειαν;
- ὀρθῶς γὰρ λέγεις.
- ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
- ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
- ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
- ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
- εἰπὲ δή.
- Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
- ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
- μυρία.
- Φιλόξενος Μελησίας Ἀμυνίας.
- ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
- οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
- οὐδαμῶς γʼ, ἐπεὶ
- πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;