Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἄρρενα καλεῖς θήλειαν οὖσαν.
- τῷ τρόπῳ
- ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
- μάλιστά γε,
- ὥσπερ γε καὶ Κλεώνυμον.
- πῶς δή; φράσον.
- ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
- ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,
- ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
- ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
- ὅπως;
- τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
- τὴν καρδόπην θήλειαν;
- ὀρθῶς γὰρ λέγεις.
- ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
- ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
- ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
- ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
- εἰπὲ δή.
- Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.