Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
Σωκράτης
  1. ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
  2. ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
Στρεψιάδης
  1. πῶς δὴ φέρʼ;
Σωκράτης
  1. ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
Στρεψιάδης
  1. νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
Σωκράτης
  1. ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
Στρεψιάδης
  1. ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
  2. ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
  3. διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
Σωκράτης
  1. ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον
  2. ἄρρενα καλεῖς θήλειαν οὖσαν.
Στρεψιάδης
  1. τῷ τρόπῳ
  2. ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
Σωκράτης
  1. μάλιστά γε,
  2. ὥσπερ γε καὶ Κλεώνυμον.
Στρεψιάδης
  1. πῶς δή; φράσον.
Σωκράτης
  1. ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
Στρεψιάδης
  1. ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,