Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
- ἀγρεῖος εἶ καὶ σκαιός.
- οὐ γὰρ ᾠζυρὲ
- τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
- τί δαί;
- ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
- ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
- τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.
- ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·
- κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
- ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
- ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
- πῶς δὴ φέρʼ;
- ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
- νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
- ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
- ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
- ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
- διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
- ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον