Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
  2. ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.
  3. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
Στρεψιάδης
  1. περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε
  2. ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
Σωκράτης
  1. οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον
  2. ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
Στρεψιάδης
  1. ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
Σωκράτης
  1. οὐδὲν λέγεις ὦνθρωπε.
Στρεψιάδης
  1. περίδου νυν ἐμοί,
  2. εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.
Σωκράτης
  1. ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
  2. ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
Στρεψιάδης
  1. τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
Σωκράτης
  1. πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
  2. ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν
  3. κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
Στρεψιάδης
  1. κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.
Σωκράτης
  1. εἰπὲ δή.
Στρεψιάδης
  1. τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;