Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·
  2. εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι
  3. ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.
  4. πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν,
  5. ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,
  6. μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν.
  7. ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας
  8. οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·
  9. ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε
  10. ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,
  11. τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
  12. κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·
  13. πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
  14. ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,
  15. σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος
  16. τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν
  17. τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται
  18. κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
Σωκράτης
  1. μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα