Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.
- ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν·
- ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
- εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
- αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
- ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
- ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ
- Δήλιε Κυνθίαν ἔχων
- ὑψικέρατα πέτραν,
- ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
- οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,
- ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς
- αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,
- Παρνασσίαν θʼ ὃς κατέχων
- πέτραν σὺν πεύκαις σελαγεῖ
- Βάκχαις Δελφίσιν ἐμπρέπων,
- κωμαστὴς Διόνυσος.
- ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
- ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι,